Ἄσκησις περὶ τῆς γραμματικῆς ἐν τῷ περὶ τοῦ βρέφους ἀναγνώσματι

ἡ ἅμιλλα

ὑπό ἐστι κατάλογος τῶν τριῶν καὶ δέκα λόγων ἀπὸ τοῦ περὶ τοῦ βρέφους ἀναγνώσματος. τὰ ἑπόμενα παραδείγματα τὰ μετασχηματίζοντα ἴδια τοῦ πρῶτου καὶ τοῦ δευτέρου λόγου δηλοῖ. ὁ πρῶτος λόγος ῥῆμα ἐστι καὶ ἔχει πέντε ἴδια τῶν ῥημάτων· ἀριθμὸν καὶ πρόσωπον καὶ χρόνον καὶ ἔγκλησιν καὶ φωνήν. ὁ δεύτερος λόγος μετοχή ἐστι καὶ ἔχει τρία ἴδια τῶν ὀνομάτων· ἀριθμὸν καὶ πτῶσιν καὶ γένος, καὶ δύο ἴδια τῶν ῥημάτων· χρόνον καὶ φωνήν.

ἅμα δὲ ταῦτα ἔλεγε ὁ βουκόλος καὶ ἐκκαλύψας ἀπεδείκνυε. ἡ δὲ ὡς εἶδε τὸ παιδίον μέγα τε καὶ εὐειδὲς ὄν, δακρύσασα καὶ λαβομένη τῶν γονάτων τοῦ ἀνδρὸς ἔχρῃζε μηδεμιᾷ τέχνῃ ἐκθεῖναί αὐτό. ὁ δὲ οὐκ ἔφη οἷός τ᾽ εἶναι ἄλλως αὐτὰ ποιεῖν· ἐπιφοιτήσειν γὰρ κατασκόπους ἐξ Ἁρπάγου ἐποψομένους, ἀπολεῖσθαί τε κάκιστα ἂν μὴ ταῦτα ποιήσῃ. ὡς δὲ οὐκ ἔπειθε ἄρα τὸν ἄνδρα, δευτέρα λέγει ἡ γυνὴ τάδε. “ἐπεὶ τοίνυν οὐ δύναμαί σε πείθειν μὴ ἐκθεῖναι, σὺ δὲ ὧδε ποίησον, εἰ δὴ πᾶσα ἀνάγκη ὀφθῆναι ἐκκείμενον. τέτοκα γὰρ καὶ ἐγώ, τέτοκα δὲ τεθνεός. τοῦτο μὲν φέρων πρόθες, τὸν δὲ τῆς Ἀστυάγους θυγατρὸς παῖδα ὡς ἐξ ἡμῶν ὄντα τρέφωμεν. καὶ οὕτω οὔτε σὺ ἁλώσῃ ἀδικῶν τοὺς δεσπότας οὔτε ἡμῖν κακῶς βεβουλευμένα ἔσται· ὅ τε γὰρ τεθνεὼς βασιλείας ταφῆς κυρήσει καὶ ὁ περιὼν οὐκ ἀπολεῖ τὴν ψυχήν.

λόγος ἀριθμός πτῶσις γένος πρόσωπον χρόνος ἔγκλησις φωνή
ἔλεγε ἑνικός τρίτον παρατατικός ὁριστηκή ἐνεργητική
ἐκκαλύψας ἑνικός ὀνομαστική ἀρσενικόν ἀορίστος ἐνεργητική

ἕλε τὰ ἴδια τῶν ἄλλων λόγων ἐν τῷ καταλόγῳ.

G102.PE.08

Section

Section

Section

Section

Section

Section

Section

Section

Section

Section

Section