τὸ ἀνάγνωσμα περὶ Ἅβραμ ἐν Αἰγύπτῳ

Καὶ γίγνεται λιμὸς ἐπὶ τῆς γῆς, καὶ καταβαίνει Ἅβραμ εἰς Αἴγυπτον ὡς παροικήσων ἐκεῖ. ἐπεὶ εἰσέρχεται εἰς Αἴγυπτον, λέγει ὁ Ἅβραμ τῇ Σάρα τῇ γυναικὶ· "γυνὴ εὐπρόσωπος εἶ· εἰ ὀψονται σὲ οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι ἡ γυνὴ ἐμοῦ εἶ. καὶ ἀποκτενοῦσί με, σὲ δὲ λήψονται. λέγε οὖν ὅτι ἡ ἀδελφὴ ἐμοὶ εἶ, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχὴ ἐμοῦ σοῦ ἕνεκα." εἰσέρχεται μὲν ὁ Ἅβραμ εἰς Αἴγυπτον, ὁρῶσι δὲ οἱ Αἰγύπτιοι τὴν γυναῖκα καλὴν οὖσαν, καὶ ὁρῶσι αὐτὴν οἱ ἄρχοντες τοῦ Φαραὼ καὶ ἐπαινοῦσιν αὐτὴν πρὸς τὸν Φαραὼ καὶ εἰσάγουσιν αὐτὴν εἰς τὸν οἶκον τοῦ Φαραώ· καὶ τῷ Ἅβραμ εὖ χρῶνται δι᾽ αὐτήν, καὶ γίγνονται αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι, ἡμίονοι καὶ κάμηλοι. καὶ βλάπτειθεὸς τὸν Φαραὼ κακοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς τοῦ Ἅβραμ. καλεῖ δὲ Φαραὼ τὸν Ἅβραμ καὶ λέγει· "τί τοῦτο ἐποίησας ἐμοὶ οὐκ ἀπαγγέλων ὅτι ἡ Σάρα γυνή σού ἐστιν; τί εἶπας ὅτι ἀδελφή σου ἐστιν; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἡ Σαρὰ ἐναντίον σου· λάμβανε αὐτὴν καὶ ταχέως ἀπέρχου." καὶ ἐντέλλεται ὁ Φαραὼ ἀνδράσιν συμπροπέμπειν τὸν Ἅβραμ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἐστὶ αὐτῷ, καὶ Λὼτ μετ᾽ αὐτοῦ.


Notes

ὡς παροικήσων: you encountered (ἐνετύχετε) this construction in lesson eight: ἐρχόμεθα ἀνὰ τὰ ὄρη ὡς νεμοῦντες τὰ πρόβατα. It consists of the conjunction ὡς and the future participle and expresses purpose. See below for the verb παροικέω.

σοῦ ἕνεκα: ἕνεκα is a postposition, i.e., it comes after its object. See below for ἕνεκα.

ἐναντίον: ἐκεῖ ἐναντίον ἐν τύπῳ τῆς ὀνομαστικῆς ἢ αἰτιατικῆς πτώσεως καὶ τοῦ οὐδετέρου γένους ἐστὶ ἐπίρρημα.


Vocabulary

※ Green background color indicates core vocabulary.

Nouns (τὰ ὀνόματα) English Definition Dict. Gram. Author
ὁ λιμός, τοῦ λιμοῦ
famine
LSJ
231 Her.
ὁ/ἡ μόσχος, τοῦ/τῆς μόσχου Picture of cow and calf (ὁ
                  μόσχος)
LSJ 231 Her.
ὁ/ἡ ὄνος, τοῦ/τῆς ὄνου
LSJ 231 Her.
ὁ/ἡ θεός, τοῦ/τῆς θεοῦ
god
LSJ 231 Her.
Xen.
ἡ παιδίσκη, τῆς παιδίσκης
young girl, young female slave, maidservant
LSJ 216 Her.
ἡ ἡμίονος, τῆς ἡμιόνου

LSJ 231 Her.
ὁ/ἡ κάμηλος, τοῦ/τῆς καμήλου
LSJ 231 Her.

Adjectives (τὰ ἐπίθετα) English Definition Dict. Gram. Author
εὐπρόσωπος, ον
τὸ πρόσωπον καλόν ἐστι
LSJ 289
πονηρός, -ά, -όν
painful, grievous
LSJ
287 Xen.
ἐναντίος, -α, -ον
opposite
LSJ 287 Her.
Xen.

Prepositions (αἱ προθέσεις) English Definition Dict. Gram. Author
ἕνεκα (σὺν γενικῄ)
on account of
LSJ 1665 Her.
Xen.

Verbs (τὰ ῥήματα) English Definition Dict. Gram. Author
γίγνομαι, γενήσομαι, ἐγενόμην
I become, come into being
LSJ 383 Her.
Xen
καταβαίνω, καταβήσομαι, κατέβη
I go down
LSJ
383 Her.
Xen
παροικέω, παροικήσω, παρῴκησα
I live nearby
LSJ 385
ὁράω (ὁρῶ), ὀψομαι, εἶδον
I see LSJ
385 Her.
Xen.
ἐρῶ
I will say, speak
LSJ 385 Her.
Xen.
ἀποκτείνω, ἀποκτενῶ, ἀπέκτεινα
I kill, slay
LSJ 383 Her.
λαμβάνω, λήψομαι, ἔλαβον
See reading assignment 11
λαμβάνω αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα  = ἄγομαι αὐτήν
LSJ
383 Her.
Xen.
ζῶ, ζήσω
I live
LSJ 395 Her.
Xen.
ἐπαινέω (ἐπαινῶ), ἐπαινέσω, ἐπῄνεσα
I praise
LSJ 385 Her.
Xen.
χράομαι (χρῶμαι), χρήσομαι, ἐχρησάμην
I use (here: treat)
LSJ 385 Her.
Xen.
βλάπτω, βλάψω, ἔβλαψα
I hurt, harm
LSJ
383 Her.
Xen.
ἀπαγγέλλω, ἀπαγγελῶ, ἀπήγγειλα
I inform, report
LSJ
383, 407 Her.
Xen.
συμπροπέμπω, συμπροπέμψω, συμπρέπεμψα I join in escorting
LSJ
383 Her.
Xen.
τυγχάνω, τεύξομαι, ἔτυχον
I happen (to be at a place); I meet; I happen upon
The verb ἐντυγχάνω is a combination of the preposition (or preverb) ἐν with the verb τυγχάνω. It means "I meet with" or "I encounter."
LSJ 383, 384 Her.
Xen.