Ἀστυάγης τόν παῖδα Μιτραδάτους πέμπει ὡς οἰκήσοντα ἅμα τοῖς ἀλθηθέσι γονεῖς.


νόστος

ἀκούσας ταῦτα ὁ Ἀστυάγης ἐχάρη τε καὶ καλέσας τὸν παῖδα τοῦ Μιτραδάτους ἔλεγέ αὐτῷ τάδε. "ὦ παῖ, σὲ γὰρ ἐγὼ δι᾽ ὄψιν ὀνείρου οὐ τελείαν ἠδίκουν, τῇ σεαυτοῦ δὲ μοίρῃ περίει· νῦν οὖν ἴθι χαίρων ες Πέρσας, πομποὺς δὲ ἐγὼ ἅμα πέμψω. ἐλθὼν δὲ ἐκεῖ πατέρα τε καὶ μητέρα εὑρήσεις οὐ κατὰ Μιτραδάτην τε τὸν βουκόλον καὶ τὴν γυναῖκα αὐτοῦ." ταῦτα εἰπὼν ὁ Ἀστυάγης ἀποπέμπει τὸν παῖδα τοῦ Μιτραδάτους. νοστήσαντα δὲ αὐτὸν ες τοῦ Καμβύσου τὰ οἰκία ἐδέξαντο οἱ γεινάμενοι, καὶ δεξάμενοι ὡς ἐπύθοντο, μεγάλως ἀσπάζοντο οἷα δὴ ἐπιστάμενοι αὐτίκα τότε τελευτῆσαι, ἱστόρούν τε ὅτινι τρόπῳ περιγένοιτο. ὁ δέ αὐτοῖς ἔλεγε, φὰς πρὸ τοῦ μὲν οὐκ εἰδέναι ἀλλ᾽ ἡμαρτηκέναι πλεῖστον, κατ᾽ ὁδὸν δὲ πυθέσθαι πᾶσαν τὴν ἑαυτοῦ πάθην· ἐπίστασθαι μὲν γὰρ ὡς βουκόλου τοῦ Ἀστυάγους εἴη παῖς, ἀπὸ δὲ τῆς κεῖθεν ὁδοῦ τὸν πάντα λόγον τῶν πομπῶν πυθέσθαι. τραφῆναι δὲ ἔλεγε ὑπὸ τῆς τοῦ βουκόλου γυναικός, ᾔει τε ταύτην αἰνν διὰ παντός, ᾗ τὸ νομα ἦν κατὰ μὲν τὴν Ἑλλήνων γλῶσσαν Κυνώ. οἱ δὲ τοκεῖς παραλαβόντες τὸ νομα τοῦτο, ἵνα θειοτέρως δοκ τοῖς Πέρσῃσι περιεῖναι αὐτοῖς ὁ παῖς, κατέβαλον φάτιν ὡς ἐκκείμενον Κῦρον κύων ἐξέθρεψε.


βοηθήματα

ἐχάρη· οὗτος ὁ τύπος τοῦ ἀορίστου καὶ τῆς παθητικῆς ἐστὶ ἀπὸ χαίρω, καὶ τὰ ἄλλα κεφάλαια μέρη ἐστὶ χαιρήσω καὶ ἐχαίρησα καὶ κεχάρηκα καὶ κεχάρημαι καὶ ἐχάρην.

κατὰ· ἐνταῦθα αὑτὴ ἡ πρόθεσις συνκριτικὰν σημασίαν ἔχει καὶ νοεῖ, ὡς οἱ Ἀγγλικοὶ καὶ αἱ Ἀγγλικαὶ λέγουσι· "like."

νοστήσαντα· ἀπὸ τοῦ νοστέω (νοστῶ), ᾧ τὰ ἄλλα κεφάλαια μέρη ἐστὶ νοστήσω καὶ ἐνόστησα. ἔφανη δὲ συνθετικὸς τύπος τούτου ῥήματος ἀπονοστέω ἐν τῷ περὶ τοῦ κλαυθμοῦ ἀναγνώσματι· ἐπείτε δὲ ἀπονοστήσας ἐπέστη, οἷα ἐξ ἀέλπτου ἰδοῦσα ἡ γυνὴ εἴρετο προτέρη ὅτι μιν οὕτω προθύμως Ἅρπαγος μετεπέμψατο.

αἰνῶν· ἀπὸ τοῦ αἰνέω (αἰνῶ), καὶ τὰ ἄλλα κεφάλαια μέρη τούτου ῥήματός ἐστὶ αἰνέσομαι καὶ ᾔνεσα καὶ ᾔνεκα καὶ ᾔνημαι καὶ ᾐνέθην. ἴδετε δὲ τὸ ἐπαινέω ἐν τῷ ἀναγνώσματι περὶ Ἁβραὰμ ἐν Αἰγύπτου· καὶ ὁρῶσι αὐτὴν οἱ ἄρχοντες τοῦ Φαραὼ καὶ ἐπαινοῦσιν αὐτὴν πρὸς τὸν Φαραὼ καὶ εἰσάγουσιν αὐτὴν εἰς τὸν οἶκον τοῦ Φαραώ.

τραφῆναι· ἀπὸ τοῦ τρέφω, ὃ δὲ τὰ ἄλλα κεφάλαια μέρη ἔχει θρέψω καὶ ἔθρεψα καὶ τέτροφα καὶ τέθραμμαι καὶ ἐθρέφθην καὶ ἐτράφην. ἴδετε δὲ τὸ ἀνάγνωσμα περὶ τοῦ τάφου τοῦ παιδός· καὶ τὸ μὲν ἐτέθαπτο, τὸν δὲ ὕστερον τούτων Κῦρον ὀνομασθέντα παραλαβοῦσα ἔτρεφε ἡ γυνὴ τοῦ βουκόλου, ὄνομα ἄλλο πού τι καὶ οὐ Κῦρον θεμένη.


κατάλογος τῶν νέων λόγων

※ Green background color indicates core vocabulary.

τὰ ὀνόματα ἡ μετάφρασις ἐν Ἀγγλικῇ λεξικόν γραμματική ἱστοριόγραφοι
ὁ πομπός, τοῦ πομποῦ
escort, guide
παραβάλλετε τὸ ὄνομα πομπός προς τὸ ῥῆμα μεταμέμπω, τῷ τὰ κεφάλαια μέρη ἐστὶ μεταπέμψω καὶ μετέπεμψα καὶ μεταπέπομφα καὶ μεταπέπεμμαι καὶ μετεπέμφθην. ἴδετε τὸ περὶ τῶν παιδιῶν ἀνάγνωσμα· ἀκούσας δὲ τὸν λόγον τοῦ Ἀρτεμβάρους καὶ ἰδὼν τὰ τραύματα τοῦ παιδὸς Ἀστυάγης ἐθέλων τιμωρῆσαι τῷ παιδὶ τιμῆς τῆς Ἀρτεμβάρους ἕνεκα μετεπέμπετο τόν τε βουκόλον καὶ τὸν παῖδα.
LSJ 231 Ἡρόδοτος
ὁ τοκε­ύς, τοῦ τοκέως
one who begets; a parent
παραβάλλετε τὸ ὄνομα τόκος, τοῦ τόκου, ὃ σημαίνει ἐν Ἀγγλικῇ "childbirth," καὶ τὸ ῥῆμα τίκτω καὶ τὰ ἄλλα κεφάλαια μέρη τέξω καὶ ἔτεκον καὶ τέτοκα. τοῦτο δὲ φαίνεται ἐν τῷ περὶ Ἰσμαήλ ἀναγνώσματι· Σάρα δὲ ἡ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ.
LSJ 231

τὰ ἐπίθετα ἡ μετάφρασις ἐν Ἀγγλικῇ λεξικόν γραμματική ἱστοριόγραφοι
τέλειος, τελεία, τέλειον complete, finished, perfect
ἴδετε τέλος ἐν τῷ ἀναγνώσματι περὶ Ἁβραὰμ ἐν Χαναάν· τέλος δ' ἀπέρχεται ὁ Ἅβραμ καὶ πορεύεται καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ χώρᾳ
LSJ 287 Ἡρόδοτος
Ξενοφῶν

τὰ ῥήματα ἡ μετάφρασις ἐν Ἀγγλικῇ λεξικόν γραμματική ἱστοριόγραφοι
ἀσπάζομαι, ἠσπασάμην
I welcome kindly, greet
LSJ 383 Ἡρόδοτος
Ξενοφῶν
ἱστορέω (ἱστορῶ)
I inquire into, about something
LSJ 385 Ἡρόδοτος