Κῦρος νῦν ἐν τοῖς Πέρσαις
διαιτᾶται, καὶ ἀναγνώσματα ἀπὸ τοῦ Κύρου παιδείας βιβλίου ἀναγνωσόμεθα.
ἐν δὲ τούτῳ τῷ ἀναγνώσματι διαλόγῳ περὶ τῆς Περσικῆς παιδείας
ἐντεύξεσθε.
ἡμεῖς· ἔπειτα ὁ
Κῦρος ᾤκει ἐν τῷ τοῦ Καμβύσου τε καὶ Μανδάνης οἴκῳ, λέγουσι ὅτι
αὐτοὶ μὴν ἐπαιδεύοντο
αὐτὸν ἐν Περσῶν νόμοις. πῶς διαφέρουσι οἱ τῶν Περσῶν νόμοι περὶ παιδείας τῶν ἐν ἄλλοις
πόλεσι;
Ξενοφῶν· οὗτοι
δὲ δοκοῦσιν οἱ νόμοι ἄρχεσθαι
τοῦ κοινοῦ ἀγαθοῦ ἐπιμελούμενοι οὐκ ἔνθεν [ὃθεν οἱ νόμοι] ἐν
ταῖς πλείσταις πόλεσιν ἄρχονται. αἱ μὲν γὰρ πλεῖσται πόλεις ἀφιᾶσι παιδεύειν ὅπως
τις ἐθέλει τοὺς ἑαυτοῦ παῖδας, καὶ αὐτοὺς τοὺς πρεσβυτέρους ὅπως
ἐθέλουσι διάγειν,
ἔπειτα προστάττουσιν αὐτοῖς μὴ κλέπτειν μηδὲ ἁρπάζειν, μὴ βίᾳ εἰς οἰκίαν παριέναι, μὴ
παίειν ὃν μὴ δίκαιον,
μὴ μοιχεύειν, μὴ ἀπειθεῖν ἄρχοντι, καὶ
τἆλλα τὰ τοιαῦτα ὡσαύτως: ἐὰν δέ τις τούτων τι παραβαίνῃ, ζημίαν αὐτοῖς ἐπέθεσαν. οἱ
δὲ Περσικοὶ νόμοι προλαβόντες
ἐπιμέλονται ὅπως τὴν ἀρχὴν
μὴ τοιοῦτοι ἔσονται οἱ πολῖται οἷοι πονηροῦ τινος ἢ αἰσχροῦ ἔργου ἐφίεσθαι.
ἡμεῖς· ποῦ παιδεύονται οἱ παῖδες καὶ τίνες διδάσκουσι αὐτούς;
Ξενοφῶν· ἔστιν αὐτοῖς ἐλευθέρα ἀγορὰ καλουμένη, ἔνθα τά τε βασίλεια καὶ τἆλλα ἀρχεῖα πεποίηται. διῄρηται δὲ αὕτη ἡ ἀγορὰ ἡ περὶ τὰ ἀρχεῖα τέτταρα μέρη: τούτων δ᾽ ἔστιν ἓν μὲν παισίν, ἓν δὲ ἐφήβοις, ἄλλο τελείοις ἀνδράσιν, ἄλλο τοῖς ὑπὲρ τὰ στρατεύσιμα ἔτη γεγονόσι. νόμῳ δ᾽ εἰς τὰς ἑαυτῶν χώρας ἕκαστοι τούτων πάρεισιν, οἱ μὲν παῖδες ἅμα τῇ ἡμέρᾳ. ἄρχοντες δ᾽ ἐφ᾽ ἑκάστῳ τούτων τῶν μερῶν εἰσι δώδεκα: δώδεκα γὰρ καὶ Περσῶν φυλαὶ διῄρηνται. καὶ ἐπὶ μὲν τοῖς παισὶν ἐκ τῶν γεραιτέρων ᾑρημένοι εἰσὶν οἳ ἂν δοκῶσι τοὺς παῖδας βελτίστους ἀποδεικνύναι.
ἡμεῖς· τί μανθάνουσι οἱ παῖδες;
Ξενοφῶν· οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα [ἐν τῇ ἀγορᾷ] φοιτῶντες διάγουσι μανθάνοντες δικαιοσύνην: καὶ λέγουσιν ὅτι ἐπὶ τοῦτο ἔρχονται ὥσπερ παρ᾽ Ἀθηναίοις ὅτι γράμματα μαθησόμενοι. οἱ δ᾽ ἄρχοντες αὐτῶν διατελοῦσι τὸ πλεῖστον τῆς ἡμέρας δικάζοντες αὐτοῖς. γίγνεται γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ ἁρπαγῆς καὶ βίας καὶ ἀπάτης καὶ κακολογίας καὶ ἄλλων οἵων δὴ εἰκός. οὓς δ᾽ ἂν γνῶσι τούτων τι ἀδικοῦντας, τιμωροῦνται. κολάζουσι δὲ καὶ ὃν ἂν ἀδίκως ἐγκαλοῦντα εὑρίσκωσι.
ἄρχεσθαι· ἐν δὲ ταύτῃ τῇ συντάξει, τὸ τῆς ἀπαρεμφάτης ἐγκλήσεως ῥῆμα κατὰ τὴν διάλεκτον τῶν Ἀγγλικῶν σημαίνει "to begin, start from."
ἀφιᾶσι· ἀντὶ δὲ
τούτου τοῦ ῥήματος, Ξενοφῶν τὴν τοῦ ἐνεστότος καὶ τῆς ἐνεργετικῆς
μετοχὴν ἀφεῖσαι ἔγραψε. ἡμεῖς, οἱ ἀναγνώσται, παρέχοιμεν
ἂν τύπον τοῦ ῥήματος εἰμί, ὡς ἐν Ἀγγλικῇ τύπον τοῦ ῥήματος
"to be" συντάσσομεν μετὰ τῆς ἐνεστυίας μετοχῆς, ὡς δοῦναι
παράδειγμα, ἐν τῇ λέξει "I am reading."
τὴν ἀρχὴν· τοῦτο τὸ
ὄνομα ἐν τούτῳ τῷ λόγῳ οὔτε διατιθέν ἐστι οὔτε διατιθέμνον ἀλλὰ,
οἷον ἐπίρρημα, δείνυσι τὸν χρόνον καὶ ὡς οἱ Ἀγγλικοὶ καὶ αἱ
Ἀγγλικαὶ λέγουσι νοεῖ "from the beginning."
διῄρηται, ᾑρημένοι· οἱ τύποι ἀπὸ τοῦ διαιρέω
καὶ αἱρέω, ἐκείνῳ ("the former," i.e., διαιρέω) μὲν
ἐνετύχετε ἐν τῷ ἀναγνώματι περὶ τοῦ ἀνοσίου δείπνου· Ἀστυάγης
δέ, ὥς αὐτῷ ἀφίκετο ὁ Ἁρπάγου παῖς, σφάξας αὐτὸν καὶ κατὰ μέλη διελὼν
τὰ μὲν ὤπτησε τὰ δὲ ἥψησε τῶν κρεῶν, εὔτυκτα δὲ ποιησάμενος εἶχε
ἕτοιμα, καὶ τούτῳ ("the latter," i.e., αἱρέω) ἐν τῷ
ἀναγνώματι περὶ τῶν παιδιῶν· καὶ οἱ παῖδες παίζοντες εἱλόμεθα
αὐτὸν ἡμῶν αὐτῶν βασιλέα εἶναι.
ἀπειθεῖν· εἰς δὲ τὸ
ἀπειθέω συναλείφονται τὸ ῥῆμα πείθω καὶ τὸ
στερητικὸν στοιχεῖον α. καὶ τὸ ἀπαρεμφάτον ἀπειθεῖν
κατὰ τὴν διάλεκτον τῶν Ἀγγλικῶν νοεῖ "to not obey" ἢ "to be
disobedient."
βελτίστους·
βέλτιστος (καὶ βελτίστη καὶ βέλτιστον)
ὑπερθετικὸς τύπος τοῦ ἐπιθετικοῦ ἀγαθός (καὶ ἀγαθή
καὶ ἀγαθόν). ἴδετε Smyth 319.
ὥσπερ παρ᾽ Ἀθηναίοις ὅτι γράμματα μαθησόμενοι· ἡ λέξις ὁμοία τῇδε τῇ ὥσπερ [λέγουσι] παρ᾽ Ἀθηναίοις ὅτι [οἱ παῖδες ἔρχονται] ὡς μαθησόμενοι γράμματα. ἀντὶ τοῦ Ἀθηναίοις Ξενοφῶν τὴν τοῦ πρώτου προσώπου καὶ τοῦ πληθυντικοῦ ἀριθμοῦ ἀντωνυμίαν ἡμῖν ἔγραψε.
※ Green background color indicates core vocabulary.
τὰ ὀνόματα | ἡ μετάφρασις ἐν Ἀγγλικῇ | λεξικόν | γραμματική | ἱστοριόγραφοι |
ἡ παιδεία, τῆς παιδείας |
rearing, training, education of
children <-- ὁ/ἡ παῖς, παιδός
|
LSJ | 216 | Ξενοφῶν |
ἡ ζημία, τῆς ζημίας |
loss, damage; penalty, fine |
LSJ | 216 | Ἡρόδοτος Ξενοφῶν |
τὸ
βασίλειον, τοῦ βασιλείου |
palace; dwelling place of the king or
royal family |
LSJ | 231 | Ἡρόδοτος Ξενοφῶν |
τὸ ἀρχεῖον, τοῦ ἀρχείου |
town-hall, residence or office of chief
magistrates |
LSJ | 231 | Ξενοφῶν |
ὁ ἔφηβος, τοῦ ἐφήβου |
adolescent, young man |
LSJ | 231 | Ξενοφῶν |
τὸ διδασκαλεῖον, τοῦ
διδασκαλεὶου |
teaching-place, school |
LSJ | 231 | Ξενοφῶν |
ἡ
δικαιοσύνη, τῆς δικαιοσύνης |
righteousness, justice |
LSJ | 216 | Ἡρόδοτος Ξενοφῶν |
τὸ ἔγκλημα, τοῦ ἐγκλήματος |
accusation, charge |
LSJ | 258 | Ξενοφῶν |
ἡ κλοπή, τῆς κλοπῆς |
theft, fraud |
LSJ | 216 | Ξενοφῶν |
ἡ ἁρπαγή, τῆς ἁρπαγῆς |
seizure, robbery |
LSJ | 216 | Ἡρόδοτος Ξενοφῶν |
ἡ ἀπάτη, τῆς ἀπάτης |
trick, fraud, deceit |
LSJ | 216 | Ἡρόδοτος Ξενοφῶν |
ἡ κακολογία, τῆς κακολογίας |
verbal abuse |
LSJ | 216 | Ξενοφῶν |
τὰ ἐπίθετα | ἡ μετάφρασις ἐν Ἀγγλικῇ | λεξικόν | γραμματική | ἱστοριόγραφοι |
κοινός, -ή, -όν | common |
LSJ | 287 | Ἡρόδοτος Ξενοφῶν |
ἐλεύθερος,
ἐλευθέρα, ἐλεύθερον |
free ἴδετε τὸ περὶ τῆς
ἀναγνώσεως ἀνάγνωσμα· καὶ τῷ Ἀστυάγεϊ ὅ τε χαρακτὴρ
τοῦ προσώπου προσφέρεσθαι ἐδόκει εἰς ἑαυτὸν καὶ ἡ
ὑπόκρισις ἐλευθερωτέρα εἶναι
|
LSJ | 287 | Ἡρόδοτος Ξενοφῶν |
αἰσχρός,
αἰσχρά, αἰσχρόν |
causing shame; shameful,
reproachful |
LSJ | 287 | Ἡρόδοτος Ξενοφῶν |
στρατεύσιμος, -ον |
fit for military service |
LSJ | 289 | Ξενοφῶν |
τὰ ῥήματα | ἡ μετάφρασις ἐν Ἀγγλικῇ | λεξικόν | γραμματική | ἱστοριόγραφοι |
παιδεύω,
παιδεύσω, ἐπαίδευσα, πεπαίδευκα, πεπαίδευμαι, ἐπαιδεύθην |
I educate, train, teach |
LSJ | 383 | Ἡρόδοτος Ξενοφῶν |
διαφέρω,
διοίσω, διήνεγκα, διενήνοχα, διενήνεγμαι, διηνέχθην |
I carry over or across; go through
life, endure; I differ; (middle and passive) I am at
odds, at variance |
LSJ | 383 | Ἡρόδοτος Ξενοφῶν |
ἐπιμελέομαι
(ἐπιμελοῦμαι), ἐπιμελήσομαι, ἐπιμεμέλημαι, ἐπεμελήθην |
I take care of, have charge or
management over (often with a genitive objective) |
LSJ | 385 | Ἡρόδοτος Ξενοφῶν |
ἀφίημι,
ἀφήσω, ἀφῆκα, ἀφεῖκα, ἀφεῖμαι, ἀφεῖθην |
I send forth, away; get rid of; leave
alone; permit, allow |
LSJ | 777 | Ἡρόδοτος |
διάγω, διάξω, διήγαγον,
διῆχα, διῆγμαι, διήχθην |
I carry over or across; pass, spend
time; live |
LSJ | 383, 384 | Ἡρόδοτος Ξενοφῶν |
ἁρπάζω,
ἁρπάξω (ἁρπάσομαι), ἅρπαξα, ἥρπακα, ἥρπαγμαι, ἡρπάσθην |
I snatch away, carry off; seize |
LSJ | 383 | Ἡρόδοτος Ξενοφῶν |
μοιχεύω, μοιχεύσω,
ἐμοίχευσα, μεμοίχευκα, μεμοίχευμαι, ἐμοιχεύθην |
I commit adultery with a woman; seduce |
LSJ | 383 | Ξενοφῶν |
προλαμβάνω, προλήψομαι,
προὔλαβον προείληφα,
προείλημαι προελήφθην |
I take or receive in advance; take or
assume in advance; anticipate |
LSJ | 383, 384 | Ξενοφῶν |
ἐφίημι, ἐφήσω, ἐφῆκα,
ἐφεῖκα, ἐφεῖμαι, ἐφεῖθην |
I send (against); I let go, loosen;
allow, permit |
LSJ | 777 | Ἡρόδοτος Ξενοφῶν |
διατελέω
(διατελῶ), διατελήσω, διετέλησα, διατετέλεκα,
διατετέλεμαι, διετελήθην |
I bring to an end, accomplish; continue
being or doing do and so, living |
LSJ | 385 | Ἡρόδοτος Ξενοφῶν |
δικάζω,
δικάσω, ἐδίκασα, δεδίκακα, δεδίκασμαι, ἐδικάσθην |
I judge, sit in judgment, decide |
LSJ | 383 | Ἡρόδοτος Ξενοφῶν |
κολάζω,
κολάσω, ἐκόλασα, κεκόλακα, κεκόλασμαι, ἐκολάσθην |
I check, chastize, correct |
LSJ | 383 | Ξενοφῶν |